Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.104 Joseph. AJ 5.109 (English) >>Joseph. AJ 5.113

5.107οὐ γὰρ ἠξιοῦμεν ὑμᾶς πείρᾳ τῆς τοῦ θεοῦ γνώμης ἐντὸς γεγενημένους καὶ νόμων ὧν αὐτὸς ἡμῖν δέδωκεν ἀκροατὰς ὑπάρχοντας, διαζευχθέντας ἡμῶν καὶ παρόντας εἰς τὸν ἴδιον κλῆρον, ὃν κατὰ χάριν τοῦ θεοῦ καὶ τῆς ἐκείνου περὶ ἡμᾶς προνοίας ἐλάχετε, λήθην λαβεῖν αὐτοῦ καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καταλιπόντας καὶ βωμὸν ὃς ἡμῖν πάτριος ξενικοὺς θεοὺς ἐπιφέρειν τοῖς Χαναναίων κακοῖς προσκεχωρηκότας. 5.108ἀλλʼ οὐδὲν ἀδικεῖν δόξετε μετανοήσαντες καὶ μὴ περαιτέρω μανέντες νόμων δὲ πατρίων αἰδῶ καὶ μνήμην λαβόντες. ἂν δʼ ἐπιμένητε τοῖς ἡμαρτημένοις, οὐ περιστησόμεθα τὸν ὑπὲρ τῶν νόμων πόνον, ἀλλὰ περαιωσάμενοι τὸν Ἰόρδανον τούτοις βοηθήσομεν καὶ πρὸ αὐτῶν τῷ θεῷ, μηδὲν ὑμᾶς Χαναναίων διαφέρειν ὑπολαμβάνοντες ἀλλʼ ὁμοίως ἐκείνοις διαφθείροντες. 5.109μὴ γὰρ νομίσητε τῷ διαβεβηκέναι τὸν ποταμὸν καὶ τῆς τοῦ θεοῦ δυνάμεως ἔξω γεγονέναι πανταχοῦ δʼ ἐν τοῖς τούτου ἐστὲ καὶ ἀποδρᾶναι τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἀπὸ ταύτης δίκην ἀδύνατον. εἰ δʼ οἴεσθε τὴν ἐνθάδε παρουσίαν ὑμῖν ἐμπόδιον εἶναι τοῦ σωφρονεῖν, οὐδὲν κωλύει πάλιν τὴν γῆν ὑμᾶς ἀναδάσασθαι καὶ ταύτην ἀνεῖναι μηλόβοτον. 5.110ἀλλʼ εὖ ποιήσετε σωφρονήσαντες καὶ ἐπὶ νεαροῖς μετατιθέμενοι τοῖς ἁμαρτήμασι. καὶ παρακαλοῦμεν ὑμᾶς πρὸς παίδων καὶ γυναικῶν μὴ παρασχεῖν ἡμῖν ἀνάγκην ἀμύνασθαι. ὡς οὖν τῆς ὑμετέρας αὐτῶν σωτηρίας καὶ τῶν φιλτάτων ὑμῖν ἐν τῇδε τῇ ἐκκλησίᾳ κειμένης οὕτω βουλεύεσθε, λόγοις ἡττηθῆναι συμφέρειν ὑπολαμβάνοντες πεῖραν ἔργων καὶ πολέμου περιμένειν”.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.104 Joseph. AJ 5.109 (English) >>Joseph. AJ 5.113

Powered by PhiloLogic